Σάββατο 2 Ιουλίου 2022

Ο ΑΠΟΣΤΟΛΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 03/07/22-ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (Ε' 1 - 10)

 Ορθόδοξος Συναξαριστής :: Άγιοι Πέτρος και Παύλος Πρωτοκορυφαίοι Απόστολοι

Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.

Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν.

Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.

Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ἀφοῦ ἐδικαιωθήκαμε διὰ τῆς πίστεως, ἔχομεν εἰρήνην μὲ τὸν Θεὸν διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου ἔχομεν διὰ τῆς πίστεως καὶ τὴν εἴσοδον εἰς τὴν χάριν αὐτήν, εἰς τὴν ὁποίαν στεκόμεθα, καὶ καυχώμεθα διὰ τὴν ἐλπίδα μας εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Ὄχι μόνον αὐτό, ἀλλὰ καυχώμεθα καὶ διᾶ τὰς θλίψεις, διότι γνωρίζομεν ὅτι ἡ θλῖψις παράγει ὑπομονήν, ἡ δὲ ὑπομονὴ δοκιμασμένον χαρακτῆρα, ὁ δὲ δοκιμασμένος χαρακτὴρ ἐλπίδα, ἡ δὲ ἐλπὶς δὲν ντροπιάζει, διότι ἡ ἀγάπη τοῦ Θεοῦ εἶναι χυμένη στὶς καρδιές μας διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου ποὺ μᾶς ἐδόθηκε.

Διότι ὅταν ἐμεῖς ἤμεθα ἀκόμη ἀδύνατοι, ὁ Χριστὸς ἐπέθανε κατὰ τὸν ὡρισμένον καιρόν, ὑπὲρ τῶν ἀσεβῶν. Διότι μετὰ δυσκολίας θὰ πεθάνῃ κανεὶς δι’ ἕνα δίκαιον·  διὰ τὸν ἀγαθὸν ἴσως νὰ τολμήσῃ κανεὶς νὰ πεθάνῃ. Ὁ Θεὸς ὅμως ἀποδεικνύει τὴν ἀγάπην του σ’ ἐμᾶς μὲ τὸ ὅτι, ἐνῷ ἐμεῖς ἤμεθα ἀκόμη ἁμαρτωλοί, ὁ Χριστὸς ἐπέθανε γιὰ μᾶς. Πολὺ περισσότερον λοιπὸν ἀφοῦ ἐδικαιωθήκαμε τώρα διὰ τοῦ αἵματός του, θὰ σωθοῦμε δι’ αὐτοῦ ἀπὸ τὴν ὀργήν.

Διότι ἐάν, ὅταν ἤμεθα ἐχθροί, συμφιλιωθήκαμε μὲ τὸν Θεὸν διὰ τοῦ θανάτου τοῦ Υἱοῦ του, πολὺ περισσότερον, ἀφοῦ συμφιλιωθήκαμε, θὰ σωθοῦμε διὰ τῆς ζωῆς του.