Πρωτότυπο Κείμενο
Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. ῾Εβραῖοί εἰσι; κἀγώ· ᾿Ισραηλῖταί εἰσι; κἀγώ· σπέρμα ᾿Αβραάμ εἰσι; κἀγώ· διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ ᾿Ιουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ο Θεός και πατήρ του Κυρίου ημών Ιησού Χριστού οίδεν, ο ων ευλογητός εις τους αιώνας, οτι ου ψεύδομαι. Εν Δαμασκώ ο εθνάρχης Αρέτα του βασιλέως εφρούρει την Δαμασκηνών πόλιν πιάσαι με θέλων, και δια θυρίδος εν σαργάνη εχαλάσθην δια του τείχους και εξέφυγον τας χείρας αυτού. Καυχάσθαι δη ου συμφέρει μοι˙ ελεύσομαι γαρ εις οπτασίας και αποκαλύψεις Κυρίου. Οίδα άνθρωπον εν Χριστώ προ ετών δεκατεσσάρων˙ είτε εν σώματι ουκ οίδα, είτε εκτός του σώματος ουκ οίδα, ο Θεός οίδεν˙ αρπαγέντα τον τοιούτον εως τρίτου ουρανού. Και οίδα τον τοιούτον άνθρωπον˙ είτε εν σώματι είτε εκτός του σώματος, ουκ οίδα, ο Θεός οίδεν, οτι ηρπάγη εις τον παράδεισον και ήκουσεν άρρητα ρήματα, α ουκ εξόν ανθρώπω λαλήσαι. Υπέρ του τοιούτου καυχήσομαι, υπέρ δε εμαυτού ου καυχήσομαι ει μη εν ταις ασθενείαις μου. Εαν γαρ θελήσω καυχήσασθαι, ουκ έσομαι άφρων˙ αλήθειαν γαρ ερώ˙ φείδομαι δε μη τις εις εμέ λογίσηται υπέρ ο βλέπει με ή ακούει τι εξ εμού. Και τη υπερβολή των αποκαλύψεων ινα μη υπεραίρομαι, εδόθη μοι σκόλοψ τη σαρκί, άγγελος σατάν, ίνα με κολαφίζη ίνα μη υπεραίρωμαι. Υπέρ τούτου τρις τον Κύριον παρεκάλεσα ίνα αποστή απ’ έμου˙ και ειρηκέ μοι˙ Αρκεί σοι η χάρις μου˙ η γαρ δύναμις μου εν ασθενεία τελειούται. Ήδιστα ούν μάλον καυχήσομαι εν ταις ασθενείαις μου, ίνα επισκηνώση επ’ εμέ η δύναμις του Χριστού.