ΑΠΟΣΤΟΛΟΣ Προς Γαλάτας (στ΄ 11-18)
Ἀδελφοί, Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ.
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, Κυττάξτε μὲ πόσον μεγάλα γράμματα σᾶς ἔγραψα μὲ τὸ χέρι μου. Ὅσοι θέλουν νὰ φανοῦν εὐάρεστοι μὲ μέσα ἐξωτερικά, αὐτοὶ σᾶς ἀναγκάζουν νὰ περιτέμνεσθε, ἁπλῶς καὶ μόνον διὰ νὰ μὴ καταδιώκωνται διὰ τὸ κήρυγμα περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διότι οὔτε αὐτοὶ ποὺ περιτέμνονται, φυλάττουν τὸν νόμον, ἀλλὰ θέλουν νὰ περιτέμνεσθε σεῖς, διὰ νὰ καυχηθοῦν διὰ τὴν συμμόρφωσίν σας εἰς ἕνα ἐξωτερικὸν τύπον.
Εἰς ἐμὲ δὲ μὴ γένοιτο νᾶ καυχηθῶ διὰ τίποτε ἄλλο παρὰ διὰ τὸν σταυρὸν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου ὁ κόσμος εἶναι σταυρωμένος ὡς πρὸς ἐμέ, καὶ ἐγὼ εἶμαι σταυρωμένος ὡς πρὸς τὸν κόσμον. Διότι ἐν Χριστῷ Ἰησοῦ οὔτε ἡ περιτομὴ οὔτε ἡ ἀκροβυστία ἔχουν ἀξίαν, ἀλλὰ ἡ νέα δημιουργία. Καὶ ὅσοι βαδίσουν σύμφωνα μὲ τὸν κανόνα τοῦτον, εἰρήνη ἂς ἔλθῃ εἰς αὐτοὺς καὶ ἔλεος, καὶ εἰς τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
Εἰς τὸ ἑξῆς ἂς μὴ μὲ ἒνοχλῇ κανείς, διότι ἐγὼ βαστάζω εἰς τὸ σῶμά μου τὰ σημάδια τοῦ Κυρίου Ἰησοῦ.
Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μὲ τὸ πνεῦμά σας, ἀδελφοί. Ἀμήν.