Σάββατο 2 Ιανουαρίου 2016

ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 3 ΙΑΝΟΥΑΡΙΟΥ 2016

Πρό τῶν Φώτων: Μάρκ. α' 1-8
Αρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προ­φήταις, ἰδοὺ ἐγὼ ἀπο­στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔ­­­­μπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρή­μῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυ­ρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων­ ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφε­σιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐ­­τὸν πᾶσα ἡ Ἰουδαία χώ­ρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβα­­πτίζοντο πάντες ἐν τῷ Ἰ­ορ­­δάνῃ ποταμῷ ὑπ᾿ αὐ­τοῦ ἐξο­μολογούμενοι τὰς ἁ­­μαρ­τί­ας αὐτῶν.  ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυ­μέ­νος τρίχας καμήλου καὶ ζώ­νην δερματίνην περὶ τὴν ὀ­­­­σφὺν αὐτοῦ, καὶ ἐσθίων­ ἀ­­­­κρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑ­­­μᾶς ἐν Πνεύματι Ἁγίῳ.