Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Μετάφραση
Εκεῖνο τόν καιρό, ὃταν ἔφτασε ὁ Ἰησοῦς στήν περιοχή τῶν Γεργεσηνῶν, τόν συνάντησαν δύο δαιμονισμένοι πού ἔρχονταν ἀπό τά μνήματα, τόσο φοβεροί, πού κανένας δέν τολμοῦσε νά περάσει ἀπό κεῖνον τό δρόμο. Καί μέ κραυγές τοῦ ἔλεγαν: «Τί δουλειά ἔχεις ἐσύ μ΄ ἐμᾶς, Υἱέ τοῦ Θεοῦ; Ἦρθες ἐδῶ νά μᾶς βασανίσεις πρίν τήν ὥρα μας;» Μακριά ἀπ΄ αὐτούς ἔβοσκε ἕνα μεγάλο κοπάδι χοίρων. Καί οἱ δαίμονες τόν παρακαλοῦσαν λέγοντας: «Ἄν εἶναι νά μᾶς διώξεις, ἄφησέ μας νά πᾶμε στό κοπάδι τῶν χοίρων». Κι ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε». Αὐτοί βγῆκαν καί πῆγαν στό κοπάδι τῶν χοίρων. Καί ὅλο τό κοπάδι ὅρμησε καί γκρεμίστηκε στή λίμνη καί πνίγηκαν μέσα στά νερά. Οἱ βοσκοί ἔφυγαν, πῆγαν στήν πόλη καί ἀνάγγειλαν ὅλα τά συμβάντα καί ὅ,τι ἔγινε μέ τούς δαιμονισμένους. Βγῆκε τότε ὅλη ἡ πόλη νά συναντήσει τόν Ἰησοῦ, κι ὅταν τόν εἶδαν, τόν παρακάλεσαν νά φύγει ἀπό τήν περιοχή τους. Ὁ Ἰησοῦς ἐπιβιβάστηκε στό πλοῖο, διέσχισε τή λίμνη καί ἦρθε στήν πόλη του.