Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ,
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου·
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
Δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.
Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,
ἀλλὰ γενόμενος ἐν Ρώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε·
δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
Νεοελληνική Απόδοση
πρὸς τὸν Τιμόθεον, τὸ ἀγαπητό μου παιδί· χάρις, ἔλεος, εἰρήνη ἀπὸ τὸν Θεὸν τὸν Πατέρα καὶ ἀπὸ τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριόν μας.
Εὐχαριστῶ τὸν Θεόν, τὸν ὁποῖον λατρεύω, ὅπως οἱ πρόγονοί μου, μὲ καθαρὴν συνείδησιν, ὅταν ἀδιακόπως σὲ ἀναφέρω εἰς τὰς προσευχάς μου νύχτα καὶ ἡμέραν.
Ἐπειδὴ θυμᾶμαι τὰ δάκρυά σου, ἐπιθυμῶ ζωηρῶς νὰ σὲ ἰδῶ, διὰ νὰ γεμίσω ἀπὸ χαράν.
Θυμᾶμαι τὴν εἰλικρινῆ πίστιν σου, ἡ ὁποία κατῴκησε πρῶτα εἰς τὴν μάμμην σου Λωΐδα καὶ εἰς τὴν μητέρα σου Εὐνίκην, εἶμαι δὲ πεπεισμένος ὅτι κατοικεῖ καὶ σ’ ἐσέ.
Διὰ τὸν λόγον αὐτόν, σοῦ ὑπενθυμίζω νὰ ἀναζωπυρῇς τὴν φλόγα τοῦ χαρίσματος τοῦ Θεοῦ, ποὺ εἶναι μέσα σου διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου,
διότι ὁ Θεὸς δὲν μᾶς ἔδωσε πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Νὰ μὴ ἐντραπῇς, λοιπόν, τὴν μαρτυρίαν ὑπὲρ τοῦ Κυρίου μας, οὔτε ἐμέ, τὸν φυλακισμένον του, ἀλλὰ κακοπάθησε καὶ σὺ διὰ τὸ εὐαγγέλιον μὲ τὴν δύναμιν τοῦ Θεοῦ,
ὁ ὁποῖος μᾶς ἔσωσε καὶ μᾶς ἐκάλεσε μὲ κλῆσιν ἁγίαν, ὄχι ἐπὶ τῇ βάσει τῶν ἔργων μας, ἀλλὰ κατὰ τὴν δικήν του πρόθεσιν καὶ χάριν, ἡ ὁποία ἐδόθηκε σ’ ἐμᾶς πρὶν ἀπὸ ὅλους τοὺς αἰῶνας ἐν Χριστῷ Ἰησοῦ,
ἐφανερώθηκε δὲ τώρα διὰ τῆς ἐμφανίσεως τοῦ Σωτῆρος μας Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος κατήργησε τὸν θάνατον, καὶ ἔφερε εἰς τὸ φῶς ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
διὰ τὸ ὁποῖον μοῦ ἀνετέθη νὰ εἶμαι κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος τῶν ἐθνικῶν.
Αὐτὴ εἶναι ἡ αἰτία ποὺ ὑποφέρω αὐτὰ τὰ παθήματα, ἀλλὰ δὲν ἐντρέπομαι, διότι ξέρω ἐκεῖνον εἰς τὸ ὁποῖον ἔχω πιστέψει καὶ εἶμαι πεπεισμένος, ὅτι εἶναι δυνατὸς νὰ φυλάξῃ αὐτὸ ποὺ τοῦ ἐμπιστεύθηκα, ἔως ἐκείνην τὴν Ἡμέραν.
Ἔχε ὡς ὑπόδειγμα ὑγειῶν διδασκαλιῶν ἐκεῖνα ποὺ ἄκουσες ἀπὸ ἐμὲ διὰ τὴν πίστιν καὶ τὴν ἀγάπην ποὺ ἔχομεν ἐν Χριστῷ Ἰησοῦ.
Φύλαξε διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, ποὺ κατοικεῖ μέσα μας, τὸ καλὸν ποὺ σοῦ ἔχει ἐμπιστευθῆ ὁ Θεός.
Γνωρίζει ὅτι ὅλοι ποὺ ἦσαν εἰς τὴν Ἀσίαν, μὲ ἄφησαν, μεταξὺ τῶν ὁποίων εἶναι ὁ Φύγελλος καὶ ὁ Ἑρμογένης.
Εἴθε ὁ Κύριος νὰ δώσῃ ἔλεος εἰς τὴν οἰκογένειαν τοῦ Ὀνησιφόρου, διότι συχνὰ μὲ ἀνακούφισε καὶ δὲν ἐντράπηκε τὴν ἁλυσίδα μου,
ἀλλ’ ὅταν ἦλθε εἰς τὴν Ρώμην μὲ ἀναζήτησε μὲ ζῆλον καὶ μὲ εὑρῆκε
εἴθε ὁ Κύριος νὰ τὸν ἀξιώσῃ νὰ βρῇ ἔλεος ἀπὸ τὸν Κύριον κατ’ ἐκείνην
τὴν Ἡμέραν – καὶ πόσας ὑπηρεσίας προσέφερε εἰς τὴν Ἔφεσον, γνωρίζει σὺ
καλύτερα.